Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.14 Dem. 24.17 (English) >>Dem. 24.20

24.15ἀνάγκη δὲ πρῶτον ὑπομνῆσαι τοὺς χρόνους ὑμᾶς καὶ τὸν καιρὸν ἐν τίθησι τὸν νόμον· καὶ γὰρ ὑβριστικῶς προσεκκεχλευακὼς ὑμᾶς φανήσεται. ἦν μὲν γὰρ σκιροφοριὼν μὴν ἐν τὰς γραφὰς ἥττηντʼ ἐκεῖνοι τὰς κατὰ τοῦ Εὐκτήμονος· μισθωσάμενοι δὲ τοῦτον καὶ οὐδὲ παρεσκευασμένοι τὰ δίκαια ποιεῖν ὑμῖν κατὰ τὴν ἀγορὰν λογοποιοὺς καθίεσαν ὡς ἁπλᾶ μὲν ἕτοιμοι τὰ χρήματʼ ἐκτίνειν, διπλᾶ δʼ οὐ δυνήσονται. 24.16ἦν δὲ ταῦτʼ ἐνέδρα μετὰ χλευασίας καὶ κατασκευασμὸς ὑπὲρ τοῦ λαθεῖν τόνδε τὸν νόμον τεθέντα. μαρτυρεῖ δʼ ὅτι ταῦθʼ οὕτως ἔχει τοὔργον αὐτό· τῶν μὲν γὰρ χρημάτων ἐκείνοις τοῖς χρόνοις δραχμὴν οὐ κατέθηκαν ὑμῖν, νόμῳ δʼ ἑνὶ πλείστους ὑπάρχοντας ἀκύρους ἐποίησαν, καὶ τούτῳ τῶν πώποτʼ ἐν ὑμῖν τεθέντων αἰσχίστῳ καὶ δεινοτάτῳ.

24.17βούλομαι δὴ μικρὰ διεξελθὼν περὶ τῶν κειμένων νόμων, καθʼ οὕς εἰσιν αἱ τοιαίδε γραφαί, περὶ αὐτοῦ τοῦ νόμου λέγειν ὃν γέγραμμαι· γενήσεσθε γὰρ εὐμαθέστεροι πρὸς τὰ λοιπὰ ταῦτα προακούσαντες. ἔστιν, ἄνδρες Ἀθηναῖοι, ἐν τοῖς οὖσι νόμοις ἡμῖν κυρίοις διωρισμένʼ ἀκριβῶς καὶ σαφῶς πάνθʼ ὅσα δεῖ ποιεῖν περὶ τῶν μελλόντων τεθήσεσθαι νόμων. 24.18καὶ πρῶτον μὲν ἁπάντων χρόνος ἐστὶ γεγραμμένος, ἐν προσήκει νομοθετεῖν· εἶτʼ οὐδὲ τόθʼ ὡς ἂν ἑκάστῳ δοκῇ δέδωκε τοῦτο πράττειν, ἀλλὰ προστάττει πρῶτον μὲν ἐκθεῖναι πρόσθεν τῶν ἐπωνύμων γράψαντα σκοπεῖν τῷ βουλομένῳ, μετὰ ταῦτʼ ἐπὶ πᾶσι τὸν αὐτὸν νόμον τιθέναι κελεύει, πρὸς τούτοις λύειν τοὺς ἐναντίους, ἄλλα περὶ ὧν οὐδὲν ἴσως ὑμᾶς κατεπείγει νῦν ἀκοῦσαι. ἂν δέ τις τούτων ἓν παραβῇ, τῷ βουλομένῳ δίδωσι γράφεσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.14 Dem. 24.17 (English) >>Dem. 24.20

Powered by PhiloLogic